Ancient Greek
Section 2
Pseudo-Lucian, Κυνικός 2
Not analysed yet
σὺ δὲ πρὸς θεῶν εἰπέ μοι, τῇ πολυτελείᾳ οὐ νομίζεις κακίαν προσεῖναι; Καὶ μάλα. Τῇ δὲ εὐτελείᾳ ἀρετήν; Καὶ μάλα. Τί ποτε οὖν ὁρῶν ἐμὲ τῶν πολλῶν εὐτελέστερον διαιτώμενον, τοὺς δὲ πολυτελέστερον, ἐμὲ αἰτιᾷ καὶ οὐκ ἐκείνους; Ὅτι οὐκ εὐτελέστερον μοι, μὰ Δία, τῶν πολλῶν διαιτᾶσθαι δοκεῖς, ἀλλ’ ἐνδεέστερον, μᾶλλον δὲ τελέως ἐνδεῶς καὶ ἀπόρως· διαφέρεις γὰρ οὐδὲν σὺ τῶν πτωχῶν, οἳ τὴν ἐφήμερον τροφὴν μεταιτοῦσιν.