Ancient Greek
Section 16
Pseudo-Lucian, Κυνικός 16
Not analysed yet
τοιαῦτά σοι τά γε ἡμέτερα, πολὺ δήπου διάφῶνα τοῖς τῶν πολλῶν βουλήμασι· καὶ θαυμαστὸν οὐδέν, εἰ τῷ σχήματι διαφέρομεν αὐτῶν, ὁπότε καὶ τῇ προαιρέσει τοσοῦτον διαφέρομεν. θαυμάζω δέ σου πῶς ποτε κιθαρῳδοῦ μέν τινα νομίζεις στολὴν καὶ σχῆμα καὶ αὐλητοῦ νὴ Δία γε σχῆμα καὶ στολὴν τραγῳδοῦ, ἀνδρὸς δὲ ἀγαθοῦ σχῆμα καὶ στολὴν οὐκέτι νομίζεις, ἀλλὰ τὴν αὐτὴν αὐτὸν οἴει δεῖν ἔχειν τοῖς πολλοῖς, καὶ ταῦτα τῶν πολλῶν κακῶν ὄντων. εἰ μὲν δεῖ ἑνὸς ἰδίου σχήματος τοῖς ἀγαθοῖς, τί πρέποι ἂν μᾶλλον ἢ τοῦθ’ ὅπερ ἀναιδέστατον τοῖς ἀκολάστοις ἐστὶ καὶ ὅπερ ἀπεύξαιντ’ ἂν οὗτοι μάλιστα ἔχειν;