Ancient Greek
Section 17
Pseudo-Lucian, Κυνικός 17
Not analysed yet
οὐκοῦν τό γε ἐμὸν σχῆμα τοιοῦτόν ἐστιν, αὐχμηρὸν εἶναι, λάσιον εἶναι, τρίβωνα ἔχειν, κομᾶν, ἀνυποδητεῖν. τὸ δ’ ὑμέτερον ὅμοιον τῷ τῶν κιναίδων, καὶ διακρίνειν οὐδὲ εἷς ἂν ἔχοι, οὐ τῇ χρόᾳ τῶν ἱματίων, οὐ τῇ μαλακότητι, οὐ τῷ πλήθει τῶν χιτωνίσκων. οὐ τοῖς ἀμφιάσμασιν, οὐχ ὑποδήμασιν, οὐ κατασκευῇ τριχῶν, οὐκ ὀδμῇ· καὶ γὰρ ἀπόζετε ἤδη παραπλήσιον ἐκείνοις οἱ εὐδαιμονέστατοι οὗτοι μάλιστα. καίτοι τί ἂν δῴη τις ἀνδρὸς τὴν αὐτὴν τοῖς κιναίδοις ὀδμὴν ἔχοντος; τοιγαροῦν τοὺς μὲν πόνους οὐδὲν ἐκείνων μᾶλλον ἀνέχεσθε, τὰς δὲ ἡδονὰς οὐδὲν ἐκείνων ἧττον· καὶ τρέφεσθε τοῖς αὐτοῖς καὶ κοιμᾶσθε ὁμοίως καὶ βαδίζετε, μᾶλλον δὲ βαδίζειν οὐκ ἐθέλετε, φέρεσθαι δὲ ὥσπερ τὰ φορτία οἱ μὲν ὑπ’ ἀνθρώπων, οἵ δὲ ὑπὸ κτηνῶν· ἐμὲ δὲ οἱ πόδες φέρουσιν ὅποιπερ ἂν δέωμαι. κἀγὼ μὲν ἱκανὸς καὶ ῥίγους ἀνέχεσθαι καὶ θάλπος φέρειν καὶ τοῖς τῶν θεῶν ἔργοις μὴ δυσχεραίνειν, διότι ἄθλιός εἰμι, ὑμεῖς δὲ διὰ τὴν εὐδαιμονίαν οὐδενὶ τῶν γινομένων ἀρέσκεσθε καὶ πάντα μέμφεσθε καὶ τὰ μὲν παρόντα φέρειν οὐκ ἐθέλετε, τῶν δὲ ἀπόντων ἐφίεσθε, χειμῶνος μὲν εὐχόμενοι θέρος, θέρους δὲ χειμῶνα, καὶ καύματος μὲν ῥῖγος, ῥίγους δὲ καῦμα καθάπερ οἱ νοσοῦντες δυσάρεστοι καὶ μεμψίμοιροι ὄντες· αἰτία δὲ ἐκείνοις μὲν ἡ νόσος, ὑμῖν δὲ ὁ τρόπος.