Ancient Greek
Section 3
Pseudo-Lucian, Κυνικός 3
Not analysed yet
Βούλει οὖν ἴδωμεν, ἐπεὶ προελήλυθεν ἐνταῦθα ὁ λόγος, τί τὸ ἐνδεὲς καὶ τί τὸ ἱκανόν ἐστιν; Εἴ σοι δοκεῖ. Ἆρ’ οὖν ἱκανὸν μὲν ἑκάστῳ ὅπερ ἂν ἐξικνῆ- ται πρὸς τὴν ἐκείνου χρείαν, ἢ ἄλλο τι λέγεις; Ἔστω τοῦτο. Ἐνδεὲς δὲ ὅπερ ἂν ἐνδεέστερον ᾖ τῆς χρείας καὶ μὴ ἐξικνῆται πρὸς τὸ δέον; Ναί. Οὐδὲν ἄρα τῶν ἐμῶν ἐνδεές ἐστιν· οὐδὲν γὰρ αὐτων ὅ τι οὐ τὴν χρείαν ἐκτελεῖ τὴν ἐμήν.