Ancient Greek
Section 2
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 2
Not analysed yet
πολὺ μέντοι πρότερον, ἔφη, προσειπεῖν τουτονὶ δεόμενος ἥκω -τῇ χειρὶ τὸν Ὅμηρον ἐπιδείξας· ἴστε δή που τὸν ἐν δεξιᾷ τοῦ τῶν Πτολεμαίων νεώ, τὸν καθειμένον τὰς κόμας -προσερῶν τε οὖν αὐτὸν ἀφικόμην, ἔφη, καὶ προσευξόμενος ἀφθόνων διδόναι τῶν ἐπῶν. Εἰ γάρ, ἔφην, ἐν εὐχαῖς τὰ πράγματα εἴη· πάλαι γάρ τοι καὶ αὐτὸς ἐνοχλεῖν μοι δοκῶ τὸν Δημοσθένην ἐπικουρῆσαί τι πρὸς τὴν αὐτοῦ γενέθλιον. εἰ οὖν ἡμῖν ἐπαρκέσοι τὸ εὔχεσθαι, συμβουλοίμην ἄν σοι· κοινὸν γὰρ ἡμῖν τὸ ἕρμαιον. Ἐγὼ μέν, ἔφη, καὶ τῶν νύκτωρ τε καὶ τήμερον πεποιημένων δοκῶ μοι τῆς εὐροίας τὸν Ὅμηρον ἐπιγράψασθαι· θείως γάρ πως καὶ μαντικῶς εἰς τὴν ποίησιν ἐξεβακχεύθην. κρινεῖς δ’ αὐτός· ἐπίτηδες γάρ τοι τουτὶ τὸ γραμματεῖον περιηγόμην, εἰ ἄρα τῷ σχολὴν ἄγοντι τῶν ἑταίρων περιτύχοιμι. δοκεῖς οὖν ἐν καλῷ μοι σὺ τῆς σχολῆς εἶναι.