Ancient Greek · ~2 min
Section 3
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 3
Not analysed yet
Μακάριος γὰρ εἶ, ἦν δ’ ἐγώ, καὶ πέπονθας τὸ τοῦ τὸν δόλιχον νενικηκότος, ὃς ἤδη λελουμένος τὴν κόνιν καὶ τὸ λοιπὸν τῆς θέας ψυχαγωγούμενος μυθολογεῖν πρὸς τὸν παλαιστὴν διενοεῖτο, ἐπιδόξου κληθήσεσθαι τῆς πάλης οὔσης· ὁ δ’, Ἀλλ’ ἐπὶ τῆς βαλβῖδος οὐκ ἂν ἐμυθολόγεις, ἔφη. Καὶ σὺ δή μοι δοκεῖς νενικηκὼς τὸν δόλιχον τῶν ἐπῶν ἐντρυφᾶν ἀνδρὶ μάλα δὴ κατορρωδοῦντι τὴν τοῦ σταδίου τύχην. καὶ ὃς γελάσας, Ὡς δή σοι τί τῶν ἀπόρων, εἶπεν, ἐργασόμενος;