Ancient Greek · ~3 min
Section 21
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 21
Not analysed yet
πρός γε μὴν τὰς τῆς ψυχῆς ἀρετὰς ἢ τὰς πολιτείας αὐτοῦ τραπομένῳ καλὸν μίαν ἡντινοῦν ἀποτεμέσθαι τὴν διατριβήν, εἰ δὲ βούλοιο δαψιλές, δύο καὶ σύντρεις ἑλόμενον ἔχειν ἀποχρῶσαν λόγων ὑποβολήν· πολλὴ γὰρ ἐν ἅπασιν ἡ λαμπρότης. εἰ δ’ οὐκ ἐκ τοῦ παντὸς, ἀλλ’ ἐκ μέρους ἐπαινεσόμεθα, νόμος μὲν Ὁμηρικός, ἡρώων ἐπαίνους ἐκ μερῶν διατέθεσθα,. ποδῶν ἢ κεφαλῆς ἢ κόμης, ἤδη δὲ κἀκ τῶν φορημάτων ἢ ἀσπίδων, μεμπτὸν δ’ οὐδὲ τοῖς θεοῖς ἐγένετο ὑμνεῖσθαι πρὸς τῶν ποιητῶν ἐξ ἠλακάτης ἡ τόξων ἢ τῆς αἰγίδος, μήτι γε δὴ μέρους σώματος ἢ τῆς ψυχῆς, τῶν εὐεργεσιῶν δὲ οὐδὲ δυνατὸν ἐφ’ ἁπάσας ἐλθεῖν. οὐκοῦν οὐδ’ ὁ Δημοσθένης αἰτιάσεται καθ’ ἓν τῶν αὐτοῦ καλῶν ἐπαινούμενος, ἐπεὶ τὸ γε σύμπαν οὐδ’ αὐτὸς ἂν αὑτὸν ἐξαρκέσειεν ἐπαινέσαι.