Ancient Greek · ~3 min
Section 22
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 22
Not analysed yet
Ταῦτα τοῦ Θερσαγόρα διεξελθόντος, Οἶμαί σε, ἔφην, ἓν ἐπιδεδεῖχθαί μοι βουλόμενον, τὸ μὴ μόνον ποιητὴν ἀγαθὸν εἶναι, τῶν λόγων παρεμπόρευμα πεποιῆσθαι τὸν Δημοσθένην τὰ πεξὰ τοῖς ἐμμέτροις προστιθέντα. Σοὶ μὲν οὖν, ἔφη τὴν ῥᾳστώνην ὑποτιθεὶς προήχθην ἐπιδραμεῖν τὸν λόγον. εἴ τι τῆς φροντίδος ἀνεὶς ἀκροατὴς ἡμῖν γένοιο. Προὔργου τοίνυν, ἔφην, σοὶ γέγονεν οὐδέν, εὖ ἴσθι. σκόπει δὲ καὶ μὴ πλέον ᾖ γεγονὸς θάτερον. Καλὸν ἂν λέγοις, ἔφη, τὸ ἴαμα. Σὺ γάρ, ἔφην, ἀγνοεῖς, οἶμαι, τὸ παρὸν ἄπορον, εἶτα ἰατροῦ δίκην τὸ τοῦ νοσοῦντος σαθρὸν ἀγνοήσαντος ἄλλο θεραπεύεις. Ὅτι τί δή; Σὺ μὲν ἃ ταράξειεν ἂν τὸν πρῶτον ἰόντα πρὸς τὸν λόγον, ἐπεχείρησας ἰάσασθαι, τὰ δ’ ἤδη κατανάλωται πολλαῖς ἐτῶν περιόδοις· ὥστε ταύτης τῆς ἀπορίας ἕωλά σοι τὰ ἰάματα. Τοῦτ’ οὖν, ἔφη, σοὶ τό γε ἴαμα· χρὴ μέντοι καθάπερ ὁδοῦ θαρραλεωτάτην εἶναι τὴν συνηθεστάτην.