Ancient Greek · ~2 min
Section 25
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 25
Not analysed yet
Σὺ μέν, εἶπεν, ὑπὲρ τὸν Πρωτέα μηχανᾷ τὴν ἐμὴν ἀκρόασιν ἀποδιδράσκειν. Οὔκ, ὦγαθέ, ἔφην, τοῦτο· παρέξω γοῦν ἐμαυτὸν ἀκροᾶσθαι παρεὶς τὴν ἐπηρτημένην φροντίδα. τάχ’ ἄν τι περὶ τοῦ σοῦ κυήματος ἄφροντις γενόμενος καὶ τῆς ἐμῆς ὠδῖνος συμφροντίσαις. Ὡς οὖν ἐδόκει ταῦτα αὐτῷ, καθίσαντες ἐπὶ τῆς πλησίον κρηπῖδος ἐγὼ μὲν ἠκροώμην, ὁ δ’ ἀνελέγετο μάλα γενναῖα ποιήματα. μεταξὺ δ’ ὥσπερ ἔνθους γενόμενος ἐπιπτύξας τὸ γραμματεῖον, Κομίζου τὸν ἀκροατικόν, ἔφη, μισθὸν καθάπερ Ἀθήνησιν ἐκκλησιαστικὸν ἢ δικαστικόν. ἀλλ’ ὅπως εἴσῃ μοι χάριν. Χάριν μέν, ἔφην, εἴσομαι καὶ πρὶν ὅ τι καὶ λέγεις εἰδέναι.