Ancient Greek · ~3 min
Section 24
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 24
Not analysed yet
Παύσωνι τῷ ξωγράφώ φασὶν ἐκδοθῆναι γράψαι ἵππον ἀλινδούμενον· τὸν δέ γε γράψαι τρέχοντα καὶ πολὺν κονιορτὸν περὶ τὸν ἵππον· ὡς δ’ ἔτι γράφοντος ἐπιστῆναι τὸν ἐκδόντα, μέμφεσθαι, μὴ γὰρ τοῦτο προστάξαι. τὸν οὖν Παύσωνα τοῦ πίνακος τὰ μετέωρα κάτω περιαγαγόντα τῷ παιδὶ τὴν γραφὴν ἐπιδεῖξαι κελεῦσαι, καὶ τὸν ἵππον ἔμπαλιν κείμενον ὀφθῆναι ἀλινδούμενον. Ἡδὺς εἶ, ἔφην, Θερσαγόρα, ἂν μίαν οἴῃ με στροφὴν μεμηχανῆσθαι τοσούτων ἐτῶν, ἀλλ’ οὐχὶ πάσας στροφὰς καὶ περιαγωγὰς ἐναλλάττοντα καὶ μετατιθέντα δεδιέναι μή τι τελευτῶν πάθοιμι τὸ τοῦ Πρωτέως. Ποῖον, ἔφη, πάθος; Τὸ γενόμενον, ὅ φασιν αὐτὸν γενέσθαι δρασμὸν ἐξευρίσκοντα τῆς ἀνθρωπίνης ὄψεως, ἐπεὶ καταναλώκει πάσας ἰδέας θηρίων καὶ φυτῶν καὶ στοιχείων, αὖθις αὖ πενίᾳ μορφῆς ἐπεισάκτου Πρωτέα γενέσθαι.