Ancient Greek · ~3 min
Section 27
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 27
Not analysed yet
Ὡς οὖν ἀνέγνω τὰ λοιπὰ τοῦ γραμματείου, διατρίψαντες ὀλίγον ὅσον ἀποδοῦναι τῷ ποιήματι τοὺς δικαίους ἐπαίνους ᾔειμεν εἰς τὰ Θερσαγόρου· καὶ μόλις μέν, ἐπιτυγχάνει δὲ τῷ βιβλίῳ. κἀγὼ λαβὼν τότε μὲν ἀπηλλαττόμην. ἐντυχὼν δὲ οὕτω τὴν γνώμην διετέθην, ὡς οὐδέν τι περιτρέψας, ἀλλ’ ἐπ᾿ αὐτῶν τῶν ὀνομάτων τε καὶ ῥημάτων ὑμῖν ἀναλέξομαι. οὐδὲ γὰρ τἀσκληπιῷ μεῖόν τι γίνεται τῆς τιμῆς, εἰ, μὴ τῶν προσιόντων αὐτῶν ποιησάντων παιᾶνα, τὰ Ἰσοδήμου τοῦ Τροιζηνίου καὶ Σοφοκλέους ᾄδεται, καὶ τῷ Διονύσῳ τὸ μὲν ποίησιν καινὴν ποιεῖν ἐκλέλειπται, τὰ δὲ προτέροις συντεθέντα τοῖς νῦν εἰς μέσον ἐν καιρῷ κομίζουσι χάριν οὐκ ἐλάττω φέρει τῷ τὸν θεὸν δοκεῖν τετιμηκέναι.