Ancient Greek · ~2 min
Section 28
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 28
Not analysed yet
τὸ μὲν οὖν βιβλίον τοῦτο—ἔστι δὲ τῶν ὑπομνημάτων τὸ προσῆκον ἡμῖν μέρος τόδε δρᾶμα—τὸ βιβλίον φησίν, Ἀντιπάτρῳ μεμηνῦσθαι παρόντα τὸν Ἀρχίαν. ὁ δ’ Ἀρχίας, εἴ τις ἄρα τῶν νεωτέρων ἀγνοεῖ, τοὺς φυγάδας ἐτέτακτο συλλαμβάνειν. ἐπέσταλτο δ’ αὐτῷ καὶ Δημοσθένην ἀπὸ τῆς Καλαυρίας πεῖσαι μᾶλλον ἢ βιάσασθαι πρὸς τὸν Ἀντίπατρον ἥκειν. καὶ δὴ καὶ μετέωρος ἐπὶ ταύτης ὁ Ἀντίπατρος ἦν τῆς ἐλπίδος τὸν Δημοσθένην ἀεὶ προσδοκῶν. ὡς οὖν ἤκουσεν ἀπὸ τῆς Καλαυρίας ἥκοντα τὸν Ἀρχίαν, εὐθὺς ὡς εἶχεν ἐκέλευσεν εἴσω καλεῖν.