Ancient Greek · ~4 min
Section 32
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 32
Not analysed yet
Τί δ’; οὐκ ἐχθρῶν ἡμῖν ἔχθιστος ὁ Δημοσθένης; Οὐχ ὅτῳ μέλει τρόπου πίστεως, φίλον πᾶν ἄδολον καὶ βέβαιον ἦθος ἡγουμένῳ· τὰ γάρ τοι καλὰ καὶ παρ’ ἐχθροῖς καλὰ καὶ τὸ τῆς ἀρετῆς πανταχοῦ τί μιον. οὐδὲ κακίων ἐγὼ Ξέρξου τοῦ Βοῦλιν καὶ Σπέρχιν τους Λακεδαιμονίους θαυμάσαντος καί, κτεῖναι παρόν, ἀφέντος. ἀλλ’ εἰ δή τινα πάντων καὶ Δημοσθένην αὐ τός τὲ δὶς Ἀθήνησιν, εἰ καὶ μὴ κατὰ πολλὴν σχολήν, συγγενόμενος καὶ παρὰ τῶν ἄλλων ἀναπυνθανόμενος ἔκ τε τῶν πολιτευμάτων αὐτῶν εἶχον θαυμάσας, οὐχ ὡς ἂν νομίσειέ τις, τῆς τῶν λόγων δεινότητος, εἰ καὶ μηδὲν μὲν ὁ Πύθων πρὸς αὐτόν, οἱ Ἀττικοὶ ῥήτορες παιδιὰ παραβάλλειν τῷ τούτου κρότῳ καὶ τόνῳ καὶ λέξεων εὐρυθμίᾳ καὶ ταῖς τῶν διανοιῶν περιγραφαῖς καὶ συνε χείαις ἀποδείξεων καὶ τῷ συνακτικῷ τε καὶ κρουστικῷ· μετενοοῦμεν γοῦν ὅτε τοὺς Ἕλληνας Ἀθήναζε συνηγάγο μὲν ὡς ἐλέγξοντες Ἀθηναίους, Πύθωνι καὶ τοῖς Πύθωνος ἐπαγγέλμασι πεπιστευκότες, εἶτα Δημοσθένει καὶ τοῖς Δημοσθένους ἐλέγχοις περιπεσόντες. ἀλλ’ ἡμῖν ἀπρόσι τος ἡ δύναμις αὐτῷ τοῦ λόγου.