Ancient Greek
Section 31
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 31
Not analysed yet
Εὐφήμει, ὦ Ἀρχία· δοκεῖς μοι μὴ συννενοηκέναι μήθ’ ὅστις ὁ Δημοσθένης μήτε τὴν ἐμὴν γνώμην, ἀλλὰ νομίζειν ὅμοιον εἶναι Δημοσθένην εὑρεῖν καὶ τούτους ζητεῖν τοὺς κακῶς ἀπολωλότας, Ἱμεραῖον τὸν Φαληρέα καὶ τὸν Μαραθώνιον Ἀριστόνικον καὶ τὸν ἐκ Πειραιῶς Εὐκράτην, τῶν ῥαγδαίων ῥευμάτων οὐδὲν διαφέροντας, ἀνθρώπους ταπεινούς, ἀφορμῇ προσκαίρων θορύβων ἐπιπολάσαντας καὶ πρὸς μικρὰν ταραχῆς ἐλπίδα θρασέως ἐξαναστάντας, εἶτα πτήξαντας οὐκ εἰς μακρὰν δίκην τῶν δειλινῶν πνευμάτων, καὶ τὸν ἄπιστον Ὑπερίδην, τὸν ἄφιλον δημοκόλακα, τὸν οὐδὲν αἰσχρὸν νομίσαντα κολακείᾳ τοῦ πλήθους συκοφαντῆσαι Δημοσθένην οὐδ’ αὑτὸν εἰς ταῦτα παρασχεῖν διάκονον ἐφ’ οἷς αὐτοὶ μετενόησαν, οἷς ἐχαρίζετο· μετ’ οὐ πολὺ γοῦν τῆς συκο φαντίας λαμπροτέραν ἢ κατ’ Ἀλκιβιάδην αὐτῷ τὴν κάθοδον ἀκηκόαμεν γενέσθαι. τῷ δ’ οὐκ ἔμελεν οὐδ’ ἐπῃσχύνετο κατὰ τῶν ποτε φιλτάτων τῇ γλώττῃ χοώμενος, ἣν ἐχρῆν δήπου τῆς ἀγνωμοσύνης ἐκτεμεῖν.