Ancient Greek · ~2 min
Section 39
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 39
Not analysed yet
τοιοῦτοί τινες ἦσαν αὐτῷ συνεχεῖς περὶ Δημοσθένους οἱ λόγοι· καὶ πρός γε τοὺς λέγοντας ὡς μέγαν ἔχοι τὸν Ἀθηναίων δῆμον ἀνταγωνιστήν, Ἐμοὶ Δημοσθένης μόνος, εἶπεν, ἀνταγωνιστής, Ἀθηναῖοι δὲ Δημοσθένην οὐκ ἔχοντες Αἰνιᾶνές εἰσι καὶ Θετταλοί. καὶ πρέσβεις ὁπότε πρὸς τὰς πόλεις πέμποι, τῶν μὲν ἄλλων ῥητόρων εἴ τινας ἡ τῶν Ἀθηναίων πόλις ἀνταποστέλλοι, τῇ πρεσβείᾳ ῥᾷστα ἦν κεκρατηκώς, τοῦ Δημοσθένους δ’ ἐπιστάντος, Μάτην, εἶπεν ἄν, ἐπρεσβεύσαμεν.