Ancient Greek
Section 40
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 40
Not analysed yet
οὐ γάρ ἐστι κατὰ τῶν Δημοσθένους λόγων ἐγεῖραι τρόπαιον. Ταῦτα ὁ Φίλιππος. καὶ μέντοι καὶ πάντως ἔλαττον ἂν ἔχοντες εἰ λάβοιμεν τοιοῦτον ἄνδρα, πρὸς Διός. Ἀρχία, τί ποτε νομίζεις; βοῦν ἂν ἐπὶ σφαγὴν ἤγομεν ἢ πολὺ μᾶλλον ἂν σύμβουλον περὶ τῶν Ἑλληνικῶν πραγμάτῶν καὶ τῆς ἀρχῆς πάσης ἐποιούμεθα; φύσει μὲν γὰρ αὐτῷ καὶ κατ’ ἀρχὰς προσεπεπόνθειν ἐξ αὐτῶν τῶν πολιτευμάτων, ἔτι δὲ μᾶλλον Ἀριστοτέλει μάρτυρι· πρὸς γοῦν τὸν Ἀλέξανδρον καὶ πρὸς ἡμᾶς γε λέγων οὐδὲν ἐπαύετο, τοσούτων ὄντων τῶν αὐτῷ προσπεφοιτηκότων, μηδένα οὕτως πώποτε θαυμάσαι μεγέθους τε φύσεως καὶ τῆς περὶ τὴν ἄσκησιν ἐγκρατείας καὶ βάρους καὶ τάχους καὶ παρρησίας καὶ καρτερίας.