Ancient Greek · ~2 min
Section 50
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 50
Not analysed yet
ὁ δὲ χαίρειν εἰπὼν ἀπέπτη. τοῦτό σοι τὸ τέλος, ὦ βασιλεῦ, τῆς Δημοσθένους πολιορκίας κομίζειν ἔχω. Δημοσθένους γε καὶ ταῦτα, ὦ Ἀρχία. βαβαῖ τῆς ἀηττήτου ψυχῆς καὶ μακαρίας, ὡς ἀνδρεῖον μὲν αὐτῷ τὸ λῆμα, πολιτικὴ δὲ πρόνοια μετὰ χεῖρα τὸ πιστὸν τῆς ἐλευθερίας ἔχειν. ἀλλ’ ὃ μὲν οἴχεται βίον ἕξων τὸν ἐν μακάρων νήσοις ἡρώων λεγόμενον ἢ τὰς εἰς οὐρανὸν ψυχαῖς νομιζομένας ὁδούς, ὀπαδός τις δαίμων ἐσόμενος ἐλευθερίου Διός, τὸ σῶμα δ’ ἡμεῖς εἰς Ἀθήνας ἀποπέμψομεν, κάλλιον ἀνάθημα τῇ γῇ τῶν ἐν Μαραθῶνι πεπτωκότων.