Ancient Greek · ~2 min
Section 49
Pseudo-Lucian, Δημοσθένους Ἐγκώμιον 49
Not analysed yet
ταῦτα εἰπών, Μὴ πρόσαγέ μοι τὴν χεῖρα, ἔφη· τὸ κατ’ ἐμὲ γὰρ οὐδὲν παράνομον ὁ νεὼς πείσεται, τὸν δὲ θεὸν προσειπὼν ἑκὼν ἕψομαι. κἀγὼ μὲν ἦν ἐπὶ τῆς ἐλπίδος ταύτης, καὶ τὴν χεῖρα τῷ στόματι προσαγαγόντος, οὐδὲν ἀλλ’ ἢ προσκυνεῖν ὑπελάμβανον. Τὸ δὲ τί δή ποτε ἦν; Ὕστερον βασάνοις θεραπαίνης ἐφωράσαμεν πάλαι φάρμακον αὐτὸν τεταμιεῦσθαι λύσει ψυχῆς ἀπὸ σώματος ἐλευθερίαν κτώμενον. οὐ γὰρ οὖν ἔφθασεν ὑπερβὰς τὸν οὐδὸν τοῦ νεώ, καὶ πρὸς ἐμὲ βλέψας, Ἄγε δὴ τοῦτον, ἔφη, πρὸς Ἀντίπατρον, Δημοσθένην δὲ οὐκ ἄξεις, οὐ μὰ τοὺς . . . . κἀμοὶ μὲν ἐφαίνετο προσθήσειν τοὺς ἐν Μαραθῦνι πεπτωκότας.