Ancient Greek · ~4 min
Section 24
Pseudo-Lucian, Ἔρωτες 24
Not analysed yet
πῶς οὖν φρονήσεως μὲν ἢ δικαιοσύνης τῶν τε λοιπῶν ἀρετῶν, αἳ τελείοις ἀνδράσι σύγκληρον εἰλήχασι τάξιν, οὐδεὶς ἔρως ἐντρέχει, τὸ δ’ ἐν παισὶ κάλλος ὀξυτάτας ὁρμὰς παθῶν ἐγείρει; πάνυ γοῦν ἐρᾶν ἔδει Φαίδρου διὰ Λυσίαν, ὦ Πλάτων. ὃν προὔδωκεν. ἢ τὴν ἀρετὴν φιλεῖν ᾿Αλκιβιάδου εἰκὸς ἦν, διότι ἠκρωτηρίαζε τὰ θεῶν ἀγάλματα καὶ τὴν ἐν Ἐλευσῖνι τελετὴν αἱ παρὰ πότον ἐξορχοῦνται φωναί; τίς ἐραστὴς ὁμολογεῖ γενέσθαι προδιδομένων Ἀθηνῶν καὶ Δεκελείας ἐπιτειχιζομένης καὶ βίου τυραννίδα βλέποντος; ἀλλ’ ἄχρι μὲν οὐδέπω κατὰ τὸν ἱερὸν Πλάτωνα πώγωνος ἐπίμπλατο, πᾶ σιν ἐπέραστος ἦν· μεταβὰς δ’ ἀπὸ τοῦ παιδὸς εἰς τὸν ἄνδρα, καθ’ ἣν ἡλικίαν ᾑ τέως ἀτελὴς φρόνησις ὁλόκληρον εἶχε τὸν λογισμόν, ὑπὸ πάντων ἐμισεῖτο. τί δή; παθεσιν αἰσχροῖς ὀνομάτων ἐπιγράφοντες αἰδῶ ψυχῆς ἀρετὴν λέγουσι τὴν τοῦ σώματος εὐπρέπειαν οἱ φιλόνεοι μᾶλλον ἢ φιλόσοφοι. καὶ ταῦτα μὲν ἡμῖν ὑπὲρ τοῦ μὴ δοκεῖν ἐπισήμων ἀνδρῶν φιλαπεχθημόνως μνημονεύειν ἐπὶ τοσοῦτον εἰρήσθω.