Ancient Greek · ~3 min
Section 25
Pseudo-Lucian, Ἔρωτες 25
Not analysed yet
Μικρὰ δ’ ἀπὸ τῆς ἄγαν σπουδῆς ἐπὶ τὴν ὑμετέραν, ὦ Καλλικρατίδα, καταβὰς ἡδονὴν ἐπιδείξω παιδικῆς χρήσεως πολὺ τὴν γυναικείαν ἀμείνω. καὶ τὸ γε πρῶτον ἐγὼ πᾶσαν ἀπόλαυσιν ἡγοῦμαι τερπνοτέραν εἶναι τὴν χρονιωτέραν· ὀξεῖα γὰρ ἡδονὴ παραπτᾶσα φθάνει πρὶν ἢ γνωσθῆναι πεπαυμένη, τὸ δ’ εὐφραῖνον ἐν τῷ παρέλκοντι κρεῖττον. ὡς εἴθε γε καὶ βίου μακρὰς προθεσμίας ἡ μικρολόγος ἡμῖν ἐπέκλωσε Μοῖρα καὶ τὸ πᾶν ἦν διηνεκὴς ὑγίεια μηδεμιᾶς λύπης τὴν διάνοιαν ἐκνεμομένης· ἑορτὴν γὰρ ἂν καὶ πανήγυριν τὸν ὅλον χρόνον ἤγομεν. ἀλλ’ ἐπεὶ τῶν μειζόνων ἀγαθῶν ὁ βάσκανος δαίμων ἐνεμέσησεν, ἔν γε τοῖς παροῦσιν ἥδιστα τὰ παρέλκοντα. γυνὴ μὲν οὖν ἀπὸ παρθένου μέχρι ἡλικίας μέσης, πρὶν ἢ τελέως τὴν ἐσχάτην ῥυτίδα τοῦ γήρως ἐπιδραμεῖν, εὐάγκαλον ἀνδράσιν ὁμίλημα. κἂν παρέλθῃ τὰ τῆς ὥρας. ὅμως ἡ ἐμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον.