Ancient Greek · ~3 min
Section 28
Pseudo-Lucian, Ἔρωτες 28
Not analysed yet
ὥστ’ εἰ ἡ μὲν καὶ ὑμῖν ἀρέσκειν δύναται, πρὸς ἀλλήλους ἡμεῖς ἀποτειχισωμεθα, εἰ δὲ τοῖς ἄρρεσιν εὐπρεπεῖς αἱ μετὰ ἀρρένων ὁμιλίαι, πρὸς τὸ λοιπὸν ἐράτωσαν ἀλλήλων καὶ γυναῖκες. ἄγε νῦν, ὦ νεώτερε χρόνε καὶ τῶν ξένων ἠδονῶν νομοθέτα, καινὰς ὁδοὺς ἄρρενος τρυφῆς ἐπινοήσας χάρισαι τὴν ἴσην ἐξουσίαν καὶ γυναιξίν, ἀλλήλαις ὁμιλείτωσαν ὡς ἄνδρες· ἀσελγῶν δὲ ὀργάνων ὑποζυγωσαμεναι τέχνασμα, ἀσπόρων τεράστιον αἴνιγμα, κοιμάσθωσαν γυνὴ μετὰ γυναικὸς ὡς ἀνήρ· τὸ δὲ εἰς ἀκοὴν σπανίως ἧκον ὄνομα —αἰσχύνομαι καὶ λέγειν —τῆς τριβακῆς ἀσελγείας ἀνέδην πομπευέτω. πᾶσα δ’ ἡμῶν ἡ γυναικωνῖτις ἔστω Φιλαινὶς ἀνδρογύνους ἔρωτας ἀσχημονοῦσα. καὶ πόσῳ κρεῖττον εἰς ἄρρενα τρυφὴν βιάζεσθαι γυναῖκα ἢ τὸ γενναῖον ἀνδρῶν εἰς γυναῖκα θηλύνεσθαι;