Ancient Greek · ~6 min
Section 27
Pseudo-Lucian, Ἔρωτες 27
Not analysed yet
τί δ’ οὐχὶ τῶν ἡδονῶν καὶ τὰς ἀντιπαθεῖς μεταδιωκτέον, ἐπειδὰν ἐξ ἴσου τοῖς διατιθεῖσιν οἱ πάσχοντες εὐφραίνωνται; σχεδὸν γὰρ οὐ κατὰ ταὐτὰ τοῖς ἀλόγοις ξῴώοις τὰς μονήρεις διατριβὰς ἀσμενίζομεν, ἀλλά πως φιλεταίρῳ κοινωνίᾳ συζυγέντες ἡδίω τά τε ἀγαθὰ σὺν ἀλλήλοις ἡγούμεθα καὶ τὰ δυσχερῆ κουφότερα μετ᾽ ἀλλήλων. ὅθεν εὑρέθη τράπεξα κοινή" καὶ φιλίας μεσῖτιν τράπεζαν παραθέμενοι γαστρὶ τὴν ὀφειλομένην ἀπομετροῦμεν ἀπόλαυσιν, οὐ μόνοι τὸν Θάσιον, εἰ τύχοι, πίνοντες οἶνον οὐδὲ καθ’ αὐτοὺς τῶν πολυτελῶν πιμπλάμενοι σιτίων, ἀλλὰ δοκεῖ τερπνὸν ἑχάστῳ τὸ μετ᾿ ἄλλου. καὶ τὰς ἡδονὰς κοινωσάμενοι μᾶλλον εὐφραινόμεθα. αἱ μὲν οὖν γυναικεῖοι σύνοδοι τῆς ἀπολαύσεως ἀντίδοσιν ὁμοίαν ἔχουσιν· ἀλλήλους γὰρ ἐξ ἴσου διαθέντὲς ἡδέως ἀπηλλάγησαν, εἴ γε μὴ δικαστῇ Τειρεσίᾳ προσἐχτέον, ὅτι ἡ θήλεια τέρψις ὅλῃ μοίρᾳ πλεονεκτεῖ τὴν ἄρρενα. καλὸν δ’ οἶμαι, μὴ φιλαύτως ἀπολαῦσαι θελήσαντας, ὅπως ἰδίᾳ τι χρηστὸν ἀποίσονται, σκοπεῖν ὅλην παρά του λαμβάνοντας ἡδονήν, ἀλλ’ ἐκεῖνο μερισαμένους οὗ τυγχάνουσιν ἀντιπαρασχεῖν ὅμοια. τοῦτο δ᾽ οὐκ ἂν ἐπὶ παίδων εἴποι τις, οὐχ οὕτω μέμηνεν, ἀλλ’ ὁ μὲν διαθείς, ᾖ νομίζει ποτὲ ταῦτα, τὴν ἡδονὴν ἐξαίρετον λαβὼν ἀπέρχεται, τῷ δὲ ὑβρισμένῳ κατ’ ἀρχὰς μὲν ὀδύναι καὶ δάκρυα, μικρὸν δὲ ὑπὸ χρόνου τῆς ἀλγηδόνος χαλασασης πλέον, ὥς φασιν, οὐδὲν ἂν ὀχλήσειας, ἡδονὴ δ’ οὐδ’ ἡτισοῦν. εἰ δὲ δεῖ τι καὶ περιεργότερον εἰπεῖν —δεῖ δὲ ἐν Ἀφροδίτης τεμένει —γυναικὶ μέν, ὦ Καλλικρατίδα, καὶ παιδικώτερον χρώμενον ἔξεστιν εὐφρανθῆναι διπλασίας ἀπολαύσεως ὁδοὺς ἀνοίξαντα. τὸ δὲ ἄρρεν οὐδενὶ τρόπῳ χαρίζεται θήλειαν ἀπόλαυσιν.