Ancient Greek · ~3 min
Section 42
Pseudo-Lucian, Ἔρωτες 42
Not analysed yet
τίς οὖν ὁ μετὰ τὴν τοσαύτην παρασκευὴν βίος; εὐθὺς ἀπὸ τῆς οἰκίας ἔξοδοι, καὶ πᾶς θεὸς ἐπιτρίβων τοὺς γεγαμηκότας, ὧν ἐνίων οἱ κακοδαίμονες ἄνδρες οὐδὲ αὐτὰ ἴσασι τὰ ὀνόματα, Κωλιάδας, εἰ τύχοι, καὶ Γενετυλλίδας ἢ τὴν Φρυγίαν δαίμονα καὶ τὸν δυσέρωτα κῶμον ἐπὶ τῷ ποιμένι. τελεταὶ δὲ ἀπόρρητοι καὶ χωρὶς ἀνδρῶν ὕποπτα μυστήρια καὶ —τί γὰρ δεῖ περιπλέχειν; —ψυχῆς. διαφθορὰ ἐπειδὰν δὲ τούτων ἀπαλλαγῶσιν, οἴκοι εὐθὺς τὰ μακρὰ λουτρά, καὶ πολυτελὴς μὲν νὴ Δία τράπεζα, πολὺς δὲ ὁ μετὰ τῶν ἀνδρῶν ἀκκισμός. ἐπειδὰν γὰρ ὑπέρπλεω γένωνται ταῖς παρ’ αὐταῖς γαστριμαργίαις, οὐκέτ’ οὐδὲ τοῦ φάρυγγος αὐταῖς παραδέχεσθαι δυναμένου τι σιτίον, ἄκροις δακτύλοις ἐπιγράφουσαι τῶν παρακειμένων ἕκαστον ἀπογεύονται νύκτας ἐπὶ τούτοις διηγούμεναι καὶ τοὺς ἑτερόχρωτας ὕπνους καὶ θηλύτητος εὐνὴν γέμουσαν, ἀφ’ ἧς ἀναστὰς ἕκαστος εὐθὺ λουτροῦ χρεῖός ἐστιν.