Ancient Greek · ~2 min
Section 43
Pseudo-Lucian, Ἔρωτες 43
Not analysed yet
Εἶτ’ οὐ δικαίως προσπεπατταλευμένον
γράφουσι τὸν Προμηθέα πρὸς ταῖς πέτραις;
καὶ γίνετ’ αὐτῷ λαμπάς, ἄλλο δ’ οὐδὲ ἕν
ἀγαθόν. ὃ μισεῖν οἶμ’ ἅπαντας τοὺς θεοῦς,
γυναῖκας ἔπλασεν, ὦ πολυτίμητοι θεοί,
ἔθνος μιαρόν. γαμεῖ τις ἀνθρώπων, γαμεῖ;
λάθριοι τὸ λοιπὸν γὰρ ἐπιθυμίαι κακαί,
γαμηλίῳ λέχει τε μοιχὸς ἐντρυφῶν
καὶ φαρμακεῖαι καὶ νόσων χαλεπώτατος
φθόνος, μεθ’ οὗ ξῇ πάντα τὸν βίον γυνή.