Ancient Greek
2 to 3
Pseudo-Plutarch, De Fluviis 2-3
Not analysed yet
2. Γεννᾶται δὲ ἐν αὐτῷ λίθος λύχνις καλούμενος. Ἐλαιώδης δέ ἐστιν τῇ χρόᾳ καὶ ζεστὸς πάνυ· σελήνης δὲ αὐξομένης εὑρίσκεται πρὸς μελῳδίαν αὐλῶν· χρῶνται δὲ αὐτῷ οἱ ἐν ἐξοχῇ τυγχάνοντες. 3. Εὑρίσκεται δὲ αὐτοῦ παρὰ τὰς καλουμένας Πύλας βοτάνη παρόμοιος ἡλιοτροπίῳ· ταύτην λειοτριβοῦντες τῷ χυλῷ τοῖς καύμασιν ἀλείφονται καὶ φέρουσιν ἀκινδύνως τῆς περισσοτέρας θερμασίας τὴν ἀναθυμίασιν.