Ancient Greek
ΠΛΟΥΤΑΡΧΟΥ ΠΕΡΙ ΠΟΤΑΜΩΝ ΚΑΙ ΟΡΩΝ ΕΠΩΝΥΜΙΑΣ ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΟΙΣ ΕΥΡΙΣΚΟΜΕΝΩΝ.
Pseudo-Plutarch, De Fluviis 4
Not analysed yet
4. Οἱ δὲ ἐγχώριοι τὰς ἀσεβῶς ἀναστρεφομένας παρθένους σταυροῖς προσηλώσαντες εἰς αὐτὸν βάλλουσιν, τῇ σφῶν διαλέκτῳ τὸν Ἀφροδίτης ὕμνον ᾄδοντες. Κατορύσσουσι δὲ κατʼ ἐνιαυτὸν γραῦν κατάκριτον παρὰ τὸν ὀνομαζόμενον λόφον Θηρογόνον· ἅμα γὰρ τὴν πρεσβῦτιν κατορυχθῆναι ἑρπετῶν πλῆθος ἐκ τῆς ἀκρωρείας ἐξέρχεται καὶ τὰ περιιπτάμενα τῶν ἀλόγων ζώων κατεσθίει, καθὼς ἱστορεῖ Χρύσερμος ἐν π´ Ἰνδικῶν. Μέμνηται δὲ τούτων ἀκριβέστερον Ἀρχέλαος ἐν ιγ´ περὶ Ποταμῶν.