Ancient Greek
V. ΦΑΣΙΣ.
Pseudo-Plutarch, De Fluviis 2-4
Not analysed yet
2. Γεννᾶται δʼ ὲν τῶ ποταμῷ ῥάβδος ὀνομαζομένη λευκόφυλλλος εὗρίσκεται δὲ τοῖς μυστηρίοις τῆς Ἑκάτης περὶ τὸν ὄρθρον πρὸς παιανισμὸν ἔνθεον αὐτοῦ περὶ τὴν ἀρχὴν τοῦ ἔαρος ἣν οἱ ζηλότυποι τῶν ἀνδρῶν δρεπόμενοι ῥίπτουσι περὶ τὸν παρθένιον θάλαμον καὶ ἀνόθευτον τηροῦσι τὸν γάμον. Ἐάν τις προπετέστερον ἀποστραφῇ τῶν ἀσεβεστέρων διὰ μέθην καὶ εἰς τὸν τόπον εἰσέλθῃ, τῶν σωφρονούντων ἀφαρπάζεται λογισμῶν καὶ εὐθὺς ὁμολογεῖ πᾶσιν, ὅσα παρανόμως ἢ ἔπραξεν ἢ μέλλει πράττειν. Οἱ δὲ παρατυγχάνοντες συλλαμβάνοντες ῥίπτουοιν ἐμβεβυρσωμένον εἰς τὸ καλούμενον Στόμιον τῶν ἀσεβῶν. Ἔστι δὲ στρογγυλοειδὲς, φρέατι παραπλήσιον. Ἐκδίδωσι δὲ τὸ βληθὲν μετὰ λ΄ ἡμέρας εἰς τὴν Μαιῶτιν λίμνην σκωλήκων γέμον. Γῦπες δʼ αἰφνιδίως ἐπιφανέντες ἀθρόοι τὸν ἐγκείμενον διαρπάζουσι, ὡς ἱστορεῖ Κτήσιππος ἐν β’ Σκυθικῶν.