Ancient Greek
V. ΦΑΣΙΣ.
Pseudo-Plutarch, De Fluviis 1-5
Not analysed yet
1. Φᾶσις ποταμός ἐστι τῆς Σκυθίας παραρρέων πόλιν· ἐκαλεῖτο δὲ τὸ πρότερον Ἀρκτοῦρος τὴν προσηγορίαν εἰληφὼς διὰ τὴν χωροθεσίαν τῶν κατεψυγμένων τόπων· μετωνομάσθη δὲ διʼ αἰτίαν τοιαύτην. Φᾶσις Ἡλίου καὶ Ὀκυρρόης τῆς Ὠκεανοῦ παῖς τὴν μητέρα μουχευομένην ἐπ’ αὐτοφώρῳ καταλαβὼν ἀνεῖλεν· κατὰ δὲ ἐπιφάνειαν Ἐρινύων οἰστροπλὴξ γενόμενος ἑαυτὸν ἔρριψεν εἰς τὸν Ἀρκτοῦρον, ἀπʼ αὐτοῦ δὲ Φᾶσιν μετωνομασμένον.