Ancient Greek
IV. ΓΑΓΓΗΣ.
Pseudo-Plutarch, De Fluviis 3-3
Not analysed yet
3. Παράκειται δὲ αὐτῷ ὄρος Ἀνατολὴ καλούμενον διʼ αἰτίαν τοιαύτην. Ἀναξιβίαν νύμφην Ἥλιος θεαεάμενος χορείαις προσευκαιροῦσαν εἰς ἐπιθυμίαν αὐτῆς ἐνέπεσεν καὶ μὴ στέγων τῶν ἐρώτων, ἐπεδίωκε τὴν προειρημένην βιάσασθαι βουλόμενος· ἡ δὲ περικατάληπτος γενομένη κατέφυγεν ἐπὶ τὸ τῆς Ὀρθίας Ἀρτέμιδος τέμενος, ὅπερ ἦν ἐν ὄρει Κορύφη καλουμένῳ, καὶ ἀφανὴς ἐγένετο· κατόπιν δʼ ἀκολουθήσας ὁ θεὸς καὶ μηδαμοῦ τὴν ἀγαπωμένην εὑρὼν διὰ λύπης ὑπερβολὴν ἐκεῖθεν ἀνέτειλεν· οἱ δὲ ἐγχώριοι τὴν ἀκρώρειαν Ἀνατολὴν μετωνόμασαν ἀπὸ τοῦ συγκυρήματος, καθὼς ἱστορεῖ Καιμάρων ἐν δεκάτω Ἰνδικῶν.