Ancient Greek · ~1 min
Book 3
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 3.Περὶ ῥάβδων.
Not analysed yet
τὰ κατὰ τὰς ῥάβδους καὶ ἀνθηλίους συμβαίνοντα μίξει τῆς ὑποστάσεως καὶ ἐμφάσεως ὑπάρχει, τῶν μὲν νεφῶν ὁρωμένων, οὐ κατʼ οἰκεῖον δὲ χρῶμα, ἀλλʼ ἕτερον ὅπερ κατʼ ἔμφασιν φαίνεται. ἐν δὲ τούτοις πᾶσι τά τε κατὰ φύσιν καὶ τὰ ἐπίκτητα ὅμοια συμβαίνει πάθη.