Ancient Greek
Chapter 1
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 1.14
Not analysed yet
Ὀφθαλμοὶ παρατετραμνμένοι εἰ μὲν εἰς τὰ δεξιὰ χω- ροῦσι, μωρὸν σημαίνουσιν, εἰ δὲ εἰς τὰ ἀριστερά, Ps. Pol. εἰ δὲ παραβλῶπες ὄντες εἰς τὸ ἐντὸς ὡς ἐπὶ τὴν ῥῖνα, ἐπιχαρῆ καὶ ἀφροδισιαστὴν καὶ φιλητὸν ἄνδρα καὶ ἐρωτικὸν σημαίνουσιν. εἰ δὲ ξηρότεροί εἰσιν καὶ ἀνεῳγμένοι μὴ ἐνυπάρχοντος τρόμου, νόσον σημαίνει, οὐχὶ δέ ἐστιν ἀφρο- δίτῃ κεχαρισμένος οὐδὲ χάρισιν ἢ ἔρωτι· [p. 213] ἐντροπὴ γὰρ αὐτοὺς προλέλοιπε καὶ δίκη· εἰ δὲ τρόμος ἔνεστι σὺν δάκρυσι τοῖς ὀφθαλμοῖς, πάντολμον ἄνδρα σημαίνουσιν.