Ancient Greek
Chapter 1
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 1.15
Not analysed yet
Οἱ χαροποὶ ὀφθαλμοὶ ἀπὸ τῶν μελάνων χωρίζονται . πολλὰ γὰρ αὐτῶν τὰ εἴδη. καὶ οἱ μὲν μέλανες ὀφθαλμοὶ ἄνανδρα ἤθη καὶ δειλίαν τε καὶ ἀπιστίαν δη- Pu. Pol. λοῦσιν, οἱ δὲ χαροποὶ τοιοῦτοί εἰσι τῷ εἴδει· ἡ μὲν γὰρ χρόα ἐπιπρεπὴς αὐτοῖς τῷ εἴδει μέλαινα καὶ ἔνεισι κέγχροι ἐν τοῖς μέλασι πυρραὶ ἢ λευκαὶ ἢ ἐπιλευκότεραι, ἄλλαι δὲ χρυσοειδεῖς καὶ ἄλλαι τοῦ ὠχροῦ μεμιγμένου τῷ πυρρῷ ἢ τοῦ μέλανος τούτοις· εἰσὶ δὲ καὶ αἱνματώδεις [p. 214] κέγχροι ἐν τοῖς μέλασιν. ἄλλοι δὲ τὰς μὲν κέγχρους οὐ φοροῦσιν εἰς τὰ εἴδη τῶν ὀφθαλμῶν, παντὸς δὲ τοῦ τροχοῦ τὴν ἔξω ἴτυν μέλαιναν φοροῦντες, τὴν ἐπὶ ταύτῃ πυρράν. ἕτεροι δὲ ὑπο- Ps. Pol. λευκότερα ἔχουσι τὰ πυρρὰ ἐν τοῖς μέλασι, τὰ μὴ πάνυ πυρρά. ὅσοις ἀπὸ μακρόθεν καὶ τὸ μέλαν ἐπιτρέχει, γενναίων ἀνδρῶν τὰ ἤθη σημαίνει καὶ συνετῶν, δικαίων [p. 215] καὶ μεγάλων ἐν ψυχαῖς. ὅσοις δὲ τὰ πυρρὰ ταῦτα καὶ μὴ κεγχρωτὰ εἴη, ἀλλὰ τετράγωνα 〈καὶ〉 ὑπολάμπει ὥσπερ πῦρ καὶ παρὰ τούτοις κέγχροι ὤχροὶ ταῖς πυρώδεσι μεμιγ- μέναι εἰσὶ καὶ ἕτεραι γλαυκαί, ὡς αἱματώδεις καὶ κυάνεαι Ps. Pol. περιθέουσι τὰς κόρας, νμεγάλοι τε ὀφθαλμοὶ καὶ στίλβοντες κινούμενοι δεδορκότες καθάπερ θυμούμενοι βλέ- πουσιν ἄνθρωποι, καὶ τὰ βλέφαρα αὐτῶν ἀνοίγονται, πάντων οὔτοι ἄχρηστοι ἄνδρες. [p. 216 |τῶν γὰρ λύκων καὶ συῶν ἀγρίων τὰ τοιαῦτα. εἰ καὶ ὑπολάμπει ἔσω ὧς πῦρ καὶ πρὸς τούτοις κέγχροι ὠχραὶ ταῖς πυρώδεσι μεμιγμέναι εἰσὶ καὶ ἕτεραι γλαυκαὶ καὶ ἁπλῶς, καθὼς ἀνωτέρω εἴρηται, καθάπερ οἱ λύκων καὶ ἀγρίων συῶν τὰ σημεῖα ἔχοντές εἰσιν ἄνδρες Ps. Pol. ὠμότεροι ἀγριώτεροί τε καὶ ἁρπακτικώτεροι. ἐν δὲ τοῖς χαροποῖς ὀφθαλμοῖς ὅσον εἰσὶν αἱ κέγχροε. . . μείζονες δὲ αἱ κέγχροι οὖσαι ἢ ἐλάττονες ἡμερώτερα ἤθη δηλοῦσιν. ὠχροὶ ὀφθαλμοὶ δολερωτέρους σημαίνουσιν ἄνδρας, οἱ δὲ αἱματώδεις ἀβουλοτέρους καὶ θερμῶς τελοῦντας ὅπερ νομί- Ps. Pol. σουσιν. ὅσοι δὲ ὀφθαλμοὶ οὐ κέγχροις χαροποῖς, ἀλλʼ εἰσὶ [p. 217] πεποικιλμένοι τισὶ τοιούτοις τὸ μέγεθος καὶ τὴν χροιὰν τούς τε μέλανας ὀφθαλμοὺς ἢ καὶ πυρροὺς ἔχουσιν ἐν ὑγροῖς ὀφθαλμοῖς καὶ οὐ φαίνεται ἄλλο σημεῖον ἄτοπον, ἄνδρα δηλοῦσι μεγαλόνουν, δίκαιον, συνετόν, εὐφυῆ, πέρα δὲ τοῦ μετρίου παιδεραστήν, εἰ δὲ χλωρόν ἐστιν ἐπὶ τῷ μέ- Ps. Pol. λανι τῶν τοιούτων ὀφθαλμῶν, δολερόν, ἄδικον, κλέ- πτηνἀργύρου γυναιξί τε αἰσχρῶς καὶ ἀσώτως[ p. 218] ὁμιλοῦντα. εἰ δέ τισιν ὅλοι εἰσὶν οἱ ὀφθαλμοὶ ὅμοιοι τῇ χρόᾳ τῆς ῥοιᾶς καὶ ξηρότεροι, ματαιότητα τοῦ ἀνδρὸς κατηγοροῦσιν, ἐν δὲ ὑγροῖς μεγαλόνοιαν καὶ ἀνδρείαν καὶ εὐθυλογίαν καὶ [p 219] ὀρθοβουλίαν τοῦ ἀνδρὸς κατηγοροῦσι, ταχύτερον δὲ εἰς ὀργὴν καὶ εἰς ἀφροδίσια ἔργα ἐπτοημένον ἄνδρα δηλοῦσιν.