Ancient Greek
Section 78
Pseudo-Polemon, Physiognomonica 78
Not analysed yet
Οἱ τὴν ῥῖνα ἄγαν πλατεῖαν ἔχοντες δειλοί· ἀνα- φέρεται ἐπὶ τοὺς ὗς. Οἱ τὴν ῥῖνα ἄγαν βραχεῖαν ἔχοντες ῥᾴθυμοι· ἀναφέρεται [p. 304] ἐπὶ τοὺς βοῦς ἢ τῶν ὀρνίθων τοὺς πλατυρύγχους. οἱ τὴν ῥῖνα εὐθεῖαν ἔχοντες πρόγλωσσοι· ἀναφέρεται ἐπὶ τὸ θῆλυ καὶ τὰς χῆνας. οἱ τὴν ῥῖνα βραχεῖαν καὶ σιμὴν ἔχοντες κλέπται καὶ λάγνοι· ἀναφέρεται ἐπὶ τοὺς ἐλάφους καὶ τοὺς ἀγρίους ὗς. ὅσοις μυκτῆρες πεπταμένοι καὶ σινμοί, θυμώδεις· ἀναφέρεται ἐπὶ τὸ πάθος τὸ ἐν τῷ θυμῷ γινό- μενον· ἴδοι δʼ ἄν τις καὶ ἐπὶ τῶν γεννάδων ἵππων.