Ancient Greek
Section 79
Pseudo-Polemon, Physiognomonica 79
Not analysed yet
Οἱ τὸ πρόσωπον σαρκῶδες ἔχοντες [p. 305] ῥᾴθυμοι· ἀναφέρεται ἐπὶ τὸ θῆλυ καὶ τοὺς βοῦς. οἱ τὸ πρόσωπον ἄγαν ὀστῶδες ἔχοντες ἐπίπονοι καὶ δειλοὶ καὶ μικρόψυχοι· ἀνα- φέρεται ἐπὶ τοὺς ὄνους καὶ πιθήκους καὶ ἐλάφους. οἱ τὸ πρόσωπον ἄγαν μικρὸν ἔχοντες κακοῦργοι· ἀναφέρεται ἐπὶ τοὺς πιθήκους. οἱ τὸ πρόσωπον μικροπρεπὲς ἔχοντες μικρό- ψυχοι, ἀνελεύθεροι.