Ancient Greek
162.8 to 162.24
Pseudo-Zonaras, Lexicon 162.8-24
Unproofread scanNot analysed yet
49 Αἰστῶν. ὁ κατατήξας. 50 Αἰτναῖοι κάνθαροι. οἱ μεγάλοι. 51 Αἰτωλοῖ. οἱ ἀπὸ Ἰταλίας· οἱ τὴν Καλυδῶνα κατοικοῦντες. 52 Αἰφηρητιάδαο. ἀπὸ τοῦ Φέρης, Φέρητος, γίνεται Φερητίδης, καὶ πλεονασμῷ τοῦ α, καὶ τροπῇ τοῦ ε εἰς ἡ Φηρητιάδης. Αἰτήσιος. ὁ αἰτῶν. Αἰτηταί. οἱ παρὰ τινος τι αἰτοῦντες. [οἱ δὲ Ῥόδιοι τῷ Περσέι οὐκ αἰτηταί τῆς εἰρήνης μᾶλλον ἢ δόται ὄντες.] 53 Αἰτώλιος. ὁ ἀπὸ Αἰτωλίας. Αἰχμητής. μαχητής, πολεμικός. Αἰψηρός. ταχύς, ἀπὸ τοῦ ψαῖρειν, ὁ σημαίνει τὸ ταχύνειν. 54 Αἰδνές. ὁ ἀφανής. εἴδω τὸ βλέπω, ἢ τὸ γινώσκω. ὄνομα ἰδνός, καὶ μετὰ τοῦ στερητικοῦ α αἰδνός, ὡς στίλβω στιλπνός. ἐξ οὗ καὶ Αἰδωνεύς ὁ ἄδης, εἰς ὃν οὐκ ἔστιν ἰδεῖν. [ἐκ τοῦ αἰδνος γίνεται αἰδνόδηλος καὶ κατὰ συγκοπὴν αἰδηλος. ἡ ἐκ τοῦ αἰδης, αἰδου, γίνεται αἰδανὸς καὶ ἐν συγκοπῇ αἰδνός.] Ἀίδης. ὁ ἄδης, καὶ κλίνεται τοῦ αἴδου, ἡ δοτικὴ τῷ αἴδῃ καὶ κατὰ πλεονασμὸν αἴδι. [ἡ παρὰ τὸ εἴδω τὸ βλέπω, ὁ μέλλων εἶσω. καὶ ὀνομαρηματικὸν ἴς, καὶ μετὰ τοῦ στερητικοῦ ἄ αἶς, ἐν ᾧ οὐδὲν ἔστιν ὁρᾶν. ἡ γενικὴ αἴδος, καὶ ἡ δοτικὴ αἴδι.] Ἀίδρις. ὁ ἄπειρος. εἴδω τὸ ἐπίσταμαι, ὁ μέλλων εἶσω. οἷον εἶσωμ’, αἴκε μ’ ὁ Τυδεΐδης. —ὄνομα εἴδρις, καὶ πλεονασμῷ τοῦ ρ καὶ ἀπόβολῃ τοῦ ε ἄδρις· ἡ γενικὴ αἴδρεως, αἴδρει καὶ αἴδρει. καὶ αἴδρεία, ἡ ἀπειρία, παρὰ τὸ ἄδρις, αἴδρος. Ἀίστος. εἰ μὲν σημαίνει τὸν ἀφανῆ, ἔστιν ἀπὸ τοῦ εἴδω τὸ βλέπω, ὁ μέλλων εἶσω, ὁ παραλειμενος εἶνα, ὁ καθητικὸς εἶμαι, καὶ ἐκ τοῦ τρίτου προσώπου ἴστος καὶ αἴστος. εἰ δὲ σημαίνει τὸ ἄγνωστον, ἀπὸ τοῦ εἴδω τὸ γινώσκω. ὁμοίως ἐκ τούτων καὶ τὸ αἰστώσαμ. Ἀίτης. ὁ ἐρώμενος καὶ ὀρμητικὸς, παρὰ τὸ αἰεῖν, ὁ ἔστι πνέειν· ὁ εἰς πνεῦμα τὸν ἔρωτα κωἐραστή. [ἡ παρὰ τὸ αἴσσω τὸ ὁρμῶ. ἡ ὁμοίτης τίς ἐστιν, ὁ ἅμα τινὶ ἰὼν καὶ ὁμοῦ πορευόμενος.