Ancient Greek
163.1
Pseudo-Zonaras, Lexicon 163.1
Unproofread scanNot analysed yet
ὡς ἄλοχος ἢ ὁμόλεχος. γράφεται διὰ τοῦ τ τῷ χαρακτήρι τῶν διὰ τοῦ ιτῆς. οἷον πολίτης.] Ἄϊδιος. ὁ ἀεὶ διών, ὁ μηδέποτε ἀρξάμενος, μὴ δὲ λήγων. τὰ παρὰ τὸ ἀεὶ σύνθετα δίφθογγον ἔχουσι, οἷον· ἀείμνηστος, ἀείφρουρος, πλὴν τοῦ ἀΐδιος. δώδεκα δὲ φωναὶ εἰσι τοῦ ἀεὶ· ἔστι γὰρ ἀεὶ καὶ αἰέν, καὶ αἴες, καὶ ἀει· αἰεὶ· αἴην καὶ αἴν καὶ αἴ, ἐξ οὗ τὸ ἀΐδιος· καὶ ἀεὶ καὶ ἀέ καὶ ἀές.