Ancient Greek
172.11 to 172.37
Pseudo-Zonaras, Lexicon 172.11-37
Unproofread scanNot analysed yet
νον, καὶ τροπὴ αἰολικὴ αἱρεύμενον. Αἱρετίζω. τὰ τῶν αἱρετικῶν φρονῶ. καὶ τὸ προ- αἱρούμαι. ἐξ οὗ καὶ αἱρετισάμενος. Αἱρεῖ. 71 φονεύει, ἀναιρεῖ. [Σοφοκλῆς —πόλεμος γὰρ οὐδὲν ἄνδρ᾿ ἐκῶν αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεὶ.] σημαίνει δὲ καὶ τὸ καταλαμβάνει. 72 Αἱρεῖν. αὔξειν, ἢ τράπεζαν παρατιθέναι,73 ἢ αἱ- ρεῖν. *καὶ τὸ ἀναρτᾶν· ὡς τὸ· ἕως πότε τὴν ψυχὴν ἡμῶν αἱρεῖς; ὁ ἐστι αἰωρεῖτ μέσον πί- στεως καὶ ἀπιστίας. Αἱρεῖς. 74 δοξάζεις, ἠγῇ. καὶ ἐκ τοῦ θεολόγου καὶ ὁ λόγος αἱρεῖ μὴ τιθένας πρόσκομμα. Αἱρησθαι. 75 ἐργάζεσθαι. Αἱρή. βούλει. ἐπείπερ αὐτὸς αἱρή λέγεις. Αἱρήσομαι. βουλεύσομαι. Αἱρησάμενος. βουλευσάμενος. 76 Αἱρήσασθαι. λαβεῖν. Αἱρήσεται. λήψει. Αἱρήσειν. κρατῆτειν, συλλαβεῖν, ἐλκύσαι, πορθῆ- σαι,77 χειρώσασθαι. ΑΙΣΘΕΣΘΑΙ Αἱρήσομαι. λήψομαι, σκέψομαι, βουλευσόμεθα. Αἱρείτω. κατασχέτω. Αἱρόμενος. 78 Φερόμενος. αἱρούμενος· βουλάμενος, ἐλόμενος. καὶ δεῖπνον αἱρουμένοις. Αἱρή. ἀντὶ τοῦ λαμβάνεις, μετέχεις. [σῖτον τὲ αἱρή τὸν αὐτὸν ἐκείνοις, καὶ πόμα παρακλησιον.] Αἱρετιεῖ. 79 προτιμότερον ἡγήσεται. Αἱρόμενος. ἐπαἱρόμενος, κουφιζόμενος. Αἴσιμῶ. τὸ καταναλίσκω. 80 Αἰσθήμεν. νοησαίμην. 81 Αἴσθω. ἀπὸ τοῦ ἄτω ῥήματος, τοῦ σημαίνοντος τὸ ἐκπνέω, γίνεται παράγωγον ῥῆμα ἄιστος, ἐκ τούτου αἰστώ, καὶ τροπὴ τοῦ τ εἰς θ αἴσθω, ἡ μετοχὴ αἴσθων, καὶ κατὰ συναίρεσιν αἴσθω. 82 οὕτως καὶ ἀπὸ τοῦ ἐγείρω ἐγερτάς, καὶ κατὰ τροπὴν τοῦ τ εἰς θ ἐγέρθω.