Ancient Greek
172.42
Pseudo-Zonaras, Lexicon 172.42
Unproofread scanNot analysed yet
Αἰσθάνεσθαι. τοῦτο δύο σημαίνει, τὸ κατὰ δύναμιν καὶ κατ’ ἐνέργειαν. αἰσθάνεσθαι τοίνυν λέγονται οἱ κοιμώμενοι, δύναμιν ἔχοντες τοῦ αἰσθάνεσθαι. Αἴσθεσθαι ἐνεστώς ἐστι· αἰσθέσθαι δὲ ὑπερσυντελικός. αἰσθέσθαι [δὲ] καὶ αἰσθάνεσθαι διαφέρει. τὰ γὰρ αἴσθεσθαι ὑπὲρ τοῦ ἀκριβῶς εἰδέναι τί· τὰ δὲ αἰσθάνεσθαι [ἐπὶ τοῦ] ὑπονοεῖν τί. καὶ περὶ μὲν τοῦ αἴσθεσθαι φησὶν Ἀντιφῶν. 83 ἐπὶ δὲ καὶ πλείω ἡμᾶς ἡσθημένος ἡδικημένους. τὸ δὲ αἰσθάνεσθαι ἐπὶ τοῦ ὑποπτεύειν, καὶ οὐκ ἐπὶ τοῦ βεβαίως εἰδέναι. Λυσίας· οἶμαι τοίνυν καὶ ἡμᾶς ἐκεῖνο αἰσθάνε-