Ancient Greek
189.42 to 190.7
Pseudo-Zonaras, Lexicon 189.42-190.7
Unproofread scanNot analysed yet
τις οὖσα ἡ μετέχουσα τῆς κοίτης τοῦ ἀνδρός. Ἀλοχεύτου. ἀσπόρου. ἐξ ἀλοχεύτου91 προελθόν καὶ λοχευθεὶς τὴν πλευρὰν πλαστουργέμου. Ἀλίσαρνα. πόλις Τρωάδος. ὁ πολίτης Ἀλισαρ- ναῖος. Ἀλλοδαπή. ἡ ξένη. Ἀλλοτρίωσις. χωρισμὸς οἰκείων. Ἀλλοίωσις. ἡ ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον τροπή· μεταβολὴ δὲ, ἡ ἀπὸ τοῦ χειρόνου ἐπὶ τὸ κρεῖττον· ἢ ἀπὸ τοῦ μέσου δὲ ἐπὶ τὸ χεῖ- ρον, ἢ ἐπὶ τὸ κρεῖττον, τροπὴ λέγεται. Ἀλπεῖς. οἱ ἐν στενοχωρίᾳ δίοδοι. Ἀλυσις. 92 παρὰ τὸ λύω, λύσω. ἄλυτος γάρ ἐστιν· ἢ ἄλλη ἄλλης ἐξήρτηται. Ἀλυζις. ἀπόπτωσις, Φυγή. Ἀλυκτοπέδη. δεσμὸς ἄφυκτος. ἄλυτοπέδη τις ἐστι καὶ πλεονασμῶ τοῦ π ἄλυκτοπέδη. Ἀλυκτοσύνῃ. Φυγὴ, ἐκκλισις. Ἀλύβη. ὄνομα στήλης. 93 Ἀλφε- ΑΛΦΕΣΙΒΟΙΑ Ἀλφεσίβοια, 94 εὐρετικὴ βοῶν. Ἀλφή. ἡ τιμή. 95 Ἀλωσις. ἐρήμωσις, πόρθωσις. Ἀλωπεκόννησος. πόλις ἐστὶ μία τῶν ἐν Χερρόνησω. Ἀλωή. 96 ἡ ἀμπελόφυτος γῆ. παρὰ τὸ τὴν ἄλσιν, ὁ σημαίνει τὴν αὔξησιν. ἄλδω, ἄλοη, [ἄλωη.] Ἀλυπία. ἕξις, καθ’ ἣν ἀνέκπτωτοι ἐσμὲν πρὸς λύπην. Ἀλωπεκία. πάθος ψιλωτικὸν τῶν τριχῶν καὶ τῶν γενειῶν. ἡ μεταφορὰ ἀπὸ τῆς ἀλώπεκος, ἥτις, ἐνθα ἂν οὐρήσῃ, τὸν τόπον ἄκαρπον ποιεῖ, ξηραίνουσα καὶ τὴν προϋπάρχουσαν βοτάνην, καὶ ἑτέραν ἀναβλαστήσασιν οὐ συγχωρεῖ. τινὲς δὲ λέγουσιν ἀλωπεκία ἡ περικεφαλαία· ἀλωπένεια δὲ ἡ νόσος ἡ περὶ τὴν κεφαλὴν, ἡ καὶ διὰ διφθόγγου γράφεται.