Ancient Greek
190.9
Pseudo-Zonaras, Lexicon 190.9
Unproofread scanNot analysed yet
Ἄλως. 97 τὸ ἄλώνιον. παρὰ τὴν τῶν ἀσταχύων ἀλοίσιν καὶ συντριβήν. Ἀλώπηξ. καὶ κλίνεται ἀλώπεκος. σεσημεῖωται, ὅτι ἔτρεψε τὸ ἠ εἰς ε̄ ἐν τῇ γενικῇ, καὶ ἔστιν εἰπεῖν, ὅτι τὰ εἰς ηξ θηλυκὰ οὐ φαίνεται παραλληγόμενα τὸ ω· οἷον πήληξ, ἀντίπηξ· τὸ γὰρ σκώληξ [παραλληγόμενον τῷ ω οὐκ ἀντίκειται· ἄρσενικὸν γὰρ ἐστιν. ἐπεὶ οὖν τὸ ἀλώπηξ θηλυκόν ἐστι] παραλληγόμενον τὸ ω εἰκότως ὡς παρήλλαξαν κατὰ τὴν παραλήγουσαν, παρήλλαξε καὶ κατὰ τὴν κλίσιν. λέγεται καὶ ὁ ἀλώπηξ.