Ancient Greek
211.4
Pseudo-Zonaras, Lexicon 211.4
Unproofread scanNot analysed yet
Ἀνεμοκοῖται. 75 οἱ κοιμίζοντες τοὺς ἀνέμους. γένος δὲ φασὶ τοιοῦτον ὑπάρχειν ἐν Κορίνθῳ. Ἄνεως. 76 ὁ ἄφωνος. ἔστιν ἴα ἢ φωνή. καὶ πλεονασμῷ τοῦ ὠ ἰον, διὰ τὸ ἐπὶ πᾶσαν ἀκοὴν ἰέναι. ἐξ αὐτοῦ γίνεται ἴε, καὶ ἄνιος ὁ ἄφωνος, καὶ μεταθέσει τοῦ ἰ εἰς ἁ γίνεται ἄνεος. [καὶ ἀττικῶς ἄνεως. ἢ ἀπὸ τοῦ αὐω, τοῦ σημαίνοντος τὸ φωνῶ, γίνεται ὄνομα ῥηματικὸν αὐος καὶ ἄναυος. ὡς αὐδῶ ἄναυδος. καὶ κατ’ ἀποβολὴν τοῦ ὠ ἄναος καὶ ἀττικῶς ἄνεως. ὡς ναὸς νεώς.]