Ancient Greek
211.6 to 212.5
Pseudo-Zonaras, Lexicon 211.6-212.5
Unproofread scanNot analysed yet
[Ἄνετος. παρὰ τὸ ἥμι, ἕτος καὶ ἄφετος καὶ ἄνετος.] Ἀνέστιος. ὁ ἄοικος. ἐστία δὴ ἡ οἰκία. Ἀνεξέλεγκτος. 77 ἀβασάνιστος, ἀδόκιμος. Ἀνεῖμονες. 78 οἱ ἄνευ ἱματίων. Ἄνεμος. κίνησις ἀέρος, ἢ ἀναθυμίασις ξηρά, ἢ πλήθος ξηρᾶς ἀναθυμιάσεως, ἢ ῥεῦμα ἀέρος, ταῖς τῶν τόπων ἐξαλλαγαῖς, ὅθεν ῥεῖ, τὰς ἐπωνυμίας ἀμείβων. Ἀνήλιπτος. 79 ὁ ἀνυπόδητος. Ἀνήλατος. 80 ὁ μηδέπω δαμάσθεις ὑπὸ ζυγίων, ἡ ἐλασθεις, ἡ ὁ ἀπειθής. [ἐλαύνω, ἐλάσσω, ἠλαυχ, ἠλασμαι, ἠλασται, ἠλαστός καὶ ἀνήλατος, κατὰ ἀποβολὴν τοῦ σ.] Ἀνήριθμος. 83 ἐν οὐδενὶ ἀριθμῷ ταττόμενος, ἀλλὰ περιεξριμένος. Ἀνηρίναστος. 84 ὁ μὴ κρατῶν ὃ ἔχει, ἀλλ’ ἀποβάλλων. ἀπὸ τῶν συκῶν τῶν μὴ κρατουσῶν τὸν καρπὸν, διὰ τὸ μὴ ἐπιβληθῆναι αὐταῖς τοὺς ὀλύνθους τοὺς ἀπὸ τῶν ἑρινεῶν, ὁ ἐστιν ἀγρίων συκῶν. Ἀνειμένος. 85 ἐστὶν ὁ ἀμελὴς καὶ δάθυμος. Ἀνήλιπτος 86 λέγουσιν, οὐχὶ ἀνήλιφος, οὐδὲ ἀνάλιφος. Ἀνῆρεις. 87 ἀνάνδρους. ἐπ τοῦ ἀνύω τὸ πράττω. Ἄνῆρ. ἀπὸ ἐτῶν λ ε ἕως ἐτῶν μ ε. Ἀνήνυτος. 88 ὁ ἀπλήρωτος. Ἀνηβοι. οἱ ιβ ἐτῶν ὄντες, οἱ μήπω φθάσαντες τὴν νενομισμένην ἡλικίαν. Ἀννίβας. κύριον. Ἀνιγρός. φαῦλος, βλαβερὸς, λυπηρός. παρὰ τὸ ἀνία ἀνιαρὸς, καὶ κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ η ἀνιγρός. [παρὰ δὲ τὸ ἀνία ἀνιαρός, τὸ ἀνιῶ ρῆμα.] Ἀνίψαλλον. 89 ἀβλαβής. Ἀννίκερις. κύριον. ὃς Ἐπικούρειος ἐγένετο Φιλόσοφος ὡν καὶ Κυρηναῖος. 173 ΑΝΙΩΧΜΟΝ Ἀνιωχμόν. ⁹⁰ καταδῖωξιν. παρὰ τὸ διώκω, διώξω; [δεδιώγμαι, διωγμὸς, καὶ τροπὴ τοῦ γ εἰς χ διωχμός. ἐκ γὰρ τοῦ διώχω γίνεται διωχὴ καὶ κατ’ ἀποβολὴν τοῦ δ ἰωχή.] Ἀνίτης καὶ Ἀννιᾶνος. ἀπὸ τοῦ Ἄννιᾳ ἢ ἀπὸ τοῦ Ἄννιᾳ, ἥτις ἐστὶ πόλις τῆς Ἰουδαίας. Ἀνθερεών. ὁ ἀπὸ τοῦ γενείου τόπος. διὰ τὸ ἰο-ρεῖν τὸ πνεῦμα δι’ αὐτοῦ, ἢ ὅτι κατὰ τὴν ἐν-θεσιν τῆς τροφῆς κινεῖται ἐν τῷ κατακλίνειν ἐνθερεὸν τις ἂν. οἱ δὲ παρὰ τὴν ἄνθησιν τῶν τριχῶν. [ὅταν κατηγοροῦσι τοῦ Εὐφρίωνος ⁹¹ εἰπόντος· τέκνον μὴ σύ γε μητρὸς ὑπ’ ἀνθερεῶνος ἄμῃσης.] Ἀνθέρικες. ⁹² αἱ προβολαὶ τῶν ἀσταχύων. καὶ ἄνθέρικος. παρὰ τὸ ἄνθος παράγωγον ἄνθερος καὶ ἄνθέρικος.