Ancient Greek
212.7
Pseudo-Zonaras, Lexicon 212.7
Unproofread scanNot analysed yet
Ἀνθοσμίας. ⁹³ οἶνος εὐώδης. ὁ ἀνθέων ὀσμὴν ἔχων. Ἄνθραξ. πῦρ γεῶδες μετὰ τὴν τῆς Φλογὸς πάρ-οδον τῇ παχυτέρας καὶ γεωδεστέρας ὕλης ἐναπομεῖ-ναι· μετὰ γὰρ τὸ παρελθεῖν τὸ ἄνθηρὸν τῆς Φλογὸς ἢ περὶ τὴν πηχεῖαν ὕλην τοῦ πυρὸς ὀμιλία ἄνθρακες ὀνομάζονται. παρὰ τὸ θέρω, τὸ θερμαίνω, θέραξ, καὶ ἐν συγκοπῇ ἄνθραξ.