Ancient Greek
216.36
Pseudo-Zonaras, Lexicon 216.36
Unproofread scanNot analysed yet
Ἀνασσα. ἡ βασιλίσσα. Ἀναξυρίς. τὸ βραχίον. Ἀναστροφή. πολιτεία, διαγωγή. 49 Ἀνάστασις. τῆς κεπτωχότος ἕγερσις. ἀνάστασις δὲ, ἡ τῶν διαζευχθέντων στοιχείων κελεύσει τοῦ πτίσαντος πρὸς ἑαυτὰ συνδρομή. ἀνάστασις Χριστοῦ. ἡ μετάθεσις τῆς λογικῆς φύσεως ἐκ φθορᾶς πρὸς τὴν ἀφθαρσίαν, καὶ ἐκ τῆς ἀγνοίας πρὸς τὴν ἀπλανὴ γνώσιν. 50 Ἀνατάσεις. ἐπαπειλήσεις ὑπερηφάνους. τὰ μὲν φιλάνθρωπα παρεισιώπων, τὰς δὲ ἀνατάσεις [καὶ] ἐπαπειλήσεις ἔλεγον. Ἀνάτασις. ἡ μετὰ πικρίας καὶ θρασύτητος ἀπειλή. Πολύβιος· οἱ μὲν οὖν περὶ Μητρόδωρον καταπλαγέντες τὴν ἀνάτασιν Φιλίππου τοῦ βασιλέως, ἐπανῆλθον. 51 Ἀνατάσεσιν. ἀναχωχαῖς, ἀναπλώσεσιν. οὕτως ὁ τὰ θεῖα μέγας Διονύσιος. Ἀναστηταῖς ἐμβάδας. τὰ διατετριμμένα52 καὶ κατακεκομμένα ὑποδήματα. Ἀνατύπωσις. ἡ διανόησις. Ἀναίρεσις. φόνευσις, καὶ ἡ ἀνάληψις. ὁ δὲ τὴν πανοπλίαν ἔδριψεν εἰς ἀναίρεσιν τὸ βουλόμενον. 53 Ἀνάχυσις. θυμὸς, σύγχυσις, ἡ καὶ ἐκλυσις. Ἀναψυχή. παραμυθία. Ἀνδανίας. πόλις Μεσσηνίας. τὸ ἑθνικὸν Ἀνδανιεύς. Ἀνδρεία. ἡ τῶν ἀνδρῶν ἡλικία. οὕτως Ἀντιφῶν. 54 Ἀνδρία. οὐχ ἡ πολιτικὴ ἀρετή, ἀλλ’ ἡ μείζων ταύτης, τῷ αὐτῷ ὀνόματι χρωμένη, περιγενομένη τοῦ θυμοῦ τῆς ψυχῆς. ἀνδρεία δὲ ψυχή, δίφθογγον,55 ἀπὸ τοῦ ἀνδρείος. Ἀνδρος. νῆσος μία τῶν Κυκλάδων. ἀπὸ Ἀνδρου τοῦ Εὐρυμάχου.