Ancient Greek
217.2
Pseudo-Zonaras, Lexicon 217.2
Unproofread scanNot analysed yet
Ἀναλογίαι. ἡ τῶν λεγομένων ὁμοιότης. οἷον ὡς τόδε πρὸς τόδε, οὕτως καὶ τόδε πρὸς τόδε. ὡς ἀπὸ λόγου νόημα πρὸς τὴν ἄκλην φωνήν· οὕτω καὶ σύντομον νόημα πρὸς σύνθετον φωνήν. ἡ ὁμοίωσις ἑτέρου πρὸς ἕτερον κατὰ τι. οἷον ὡς ἔχει ἐπὶ ποιμένος προβάτων καὶ ἐπισκόπου, ὡς ἐπὶ ποδῶν κραββάτου καὶ ἐπὶ ποδῶν ἀνθρώπου. ἀμφότερα γὰρ ὅλον τὸ σῶμα βαστάζουσι. γίνεται δὲ παρὰ τὸ λόγος λογία, ἀλογία καὶ ἀναλογία. αἱ γὰρ δύο στερήσεις ὁμοῦ οὖσαι κατάθεσιν ποιοῦσιν· ὡς πυστά, ἄπυστα καὶ ἀνάπυστα, τὰ περιβόητα· καὶ ἄπηρον καὶ ἀνάπηρον, τὸ πεπηρωμένον.