Ancient Greek
217.3 to 218.32
Pseudo-Zonaras, Lexicon 217.3-218.32
Unproofread scanNot analysed yet
Ἀνδραγαθία. 56 τρόπαιον. Ἀνδροκτασία. 57 ἀνδροφονία. ἐν τοῖ κτῶ, τὸ φονεύω, πράγῳγον κτῆμι, κτήσω, ἔκτηκα, ἔκτημα, κτάσις, κτασία, καὶ μετὰ τῆς ἀνδρὸς γενικῆς, ἀνδροκτασία. Ἀνδενάκην. 58 ἐνταῦθα τὸ ἄν ἀντὶ τοῦ ἄνὰ κεῖται. κατὰ συνέμπτωσιν. ἡ νάκη, τῆς νάκης σημαίνει δὲ τὸ δέρμα. Ἀνδροτήτα. ἀνδρείαν. ἀπὸ τῆς τοῦ ἀνδρὸς γενικῆς. Ἀνειλήθυσαν. 59 ἄτοκον. Ἀνεμώνη. τὸ ἄνθος. διὰ τὸ τὸ φύλλον ἀνευδιάσειστον εἶναι παντὶ ἀνέμῳ. Ἀνθηδών. ἡ μέλισσα, παρὰ τὸ τὰ ἄνθη ἔδειν. Ἀνθήνη. πόλις Λακωνική. ὁ πολίτης Ἀνθηνεύς. Ἀνθήλιος. ἡ σελήνη, καὶ τὸ ἀποσπλάσμα τῆςτοῦ ἡλίου φωταυγείας. 60 ἐνίοτε δὲ καὶ τὸ μέμημα, ἡ ἀντάλλαγμα· ὡς Θόπομπος. σημαί- εἰ δὲ καὶ τὰ ἐπισκοτοῦντα τῷ ἡλίῳ νέφη, ὅ καὶ ἀνθῆλια καλεῖται. Ἀνθη. ἡ ἀνθησις. Ἀνθιππαΐαι, ὁ ἱππικὸς ἀγών. Ἀνθρακία. οἱ πεπυρακτωμένοι ἄνθρακες. Ὀμη- ρος· ἄνθρακιὴν στορέσας ὀβελούς ἐφύτερθε τά- νυσσεν. Ἀνθυποφορά. ἡ ἀνταπόκρισις. Ἀνίσχαον. τὴν ἄτοπον καὶ ἀδήλαστον. Ἀνταιάκλασις. ἡ ἀπὸ τινος ἐπὶ τι κίνησις, καὶ ἐξ ἐκείνου πάλιν ἐξ οὗ προῆλθεν ἡ ὑποστρο- φή, ὡς ἐπὶ τῆς σφαίρας. Ἀνταίρειᾱ. ἡ ἐξ ἐναντίας ἄρσις. Ἀντιάνειρα. ἡ ἐναντιουμένη τοῖς ἀνδρῶσι τῇ οἰκείᾳ δυνάμει. τὸ γὰρ ἀντὶ τὸ ἴσον καὶ τὸ ἐναντίον σημαίνει. Ἀντίληψις. ἡ βοήθεια, καὶ ἡ ἐπίληψις. παρὰ Πλάτωνι. Ἀντισήκωσις. ἡ ἀνταπόδοσις, διόρθωσις, ἰα- τρεία. Ἀντισσα. μία πόλις τῶν ἐν Λέσβῳ. Ἀντωμοσία. γραφὴ κατὰ τινος ἔνορκος, περὶ ὧν ἡδικεῖσθαι φασίν. διωμοσία δέ, ὁ ἐκατέρω- θεν γινόμενος ὅρκος ὑπὸ τῶν διαδιπασομένων, τοῦ μὲν, ὡς πράξαντα διώκειν, τοῦ δέ, ὡς οὐκ ἔπραξεν. ἐξωμοσία δέ, ἄρνησις σὺν ὅρκῳ. ὑπωμοσία δέ, ὅταν τις σκήπτηται κάμνειν ἢ τι τειοῦτον. Ἀντωνυμία. λέξις ἀντὶ ὀνόματος παραλαμβανο- μένη. παραλαμβάνεται δὲ ἀντὶ κυρίου καὶ ἀντὶ προσηγορικου̃. ἀντὶ κυρίου, ὡς τὸ εἰπεῖν, Νικηφόρος λέγω ἐγώ. ἀντὶ προσηγορικοῦ, ὡς τὸ εἰπεῖν, ἄνθρωπος λέγω ἐγώ. Ἀντίφασις. ἀντικειμένων καταθέσις καὶ ἀπόφασις. ἡ μάχη καταφάσεως μέσον λαμβανομένη τῆς καταφάσεως καὶ ἀποφάσεως, μίαν ἀληθῆ ποιεῖ, τὴν δὲ ἄλλην ψευδῆ.