Ancient Greek
244.8 to 245.15
Pseudo-Zonaras, Lexicon 244.8-245.15
Unproofread scanNot analysed yet
Ἀποχειροβίων. ⁶¹ τῶν ἐπ χειρῶν ζώντων καὶ ταῖς τέχναις προσκαθημένων. Ἀποφαντικόν. κυρίως τὸν ἐκφέροντά τι νόημα, εἴτε διὰ καταφάσεως, εἴτε δι’ ἀποφάσεως. σημαίνει δὲ⁶² ἰδίως καὶ τὸν μὴ συγκατατιθέμενον. Ἀπωλεύτων. ἄνευ πώλων. ⁶³ Ἀπ’ ὠμοιῶν. ⁶⁴ ἀπὸ τῶν ὠμων. ΑΠΑΣΤΟΣ Ἀπράγμων. ἄπανος. ἀπράγμονας δεῖ εἶναι τοὺς σπουδαίους. Ἀπραιδεῦτοι. ἄζημοι. Ἀπρόϊτος. ὁ τῆς οἰκίας μὴ ἐξερχόμενος. Ἀπροςήγορος. ὃν οὐχ οἶδν τε προσαγορεύσαι διὰ τρόπου τραχύτητα. Ἀπρόσμαχοι. ἀκαταγώνιστοι. οὐκ ἀπρόμαχοι εἰσὶν Πάρθοι. Ἀποικοι. οἱ ἐν ἐρήμῳ τόπῳ πεμπόμενοι οἰκήσαι· ἐποικοι δὲ οἱ ἐν πόλει. παρὰ Θουκυδίδῃ. Ἀπηλιαστής. ὁ μισόδικος. Ἀπελος. τὸ ἕλκος. διὰ τὸ μὴ πελάζειν, ἀλλὰ διίστασθαι. Ἀπηλητήρες. ναυχηταί. Ἀπαράτιλτος. δασὺς καὶ ἄκοσμος τὰς τρίχας καὶ ἐπὶ μακροῦ χρόνου ἀλουτῶν. Ἀποτρόπαιος. Φευκτὸς, μισητός. Ἀπαστος. ἄγευστος. παρὰ τὸ ἐσθίω καὶ πίνω, ἢ βοτάνη. [ὡς οὖν ἀπὸ τοῦ μῦ, τὸ ζητῶ, γίνεται μαστός, οὕτω καὶ παρὰ τὸ πῖν παστὸς καὶ ἄπαστος.] ΑΠΑΛΑΜΝΟΣ Ἀπάλαμνος. 76 ὁ μὴ δυνάμενος παλαμῆσασθαι, ὅ ἐστι τεχνάσασθαι· παλάμαι γὰρ αἱ τέχναι. ἢ ὁ ἐν παλάμῃ, ὁ ἐστι τέχνη, μὴ μένων. Ἀπεραεύς. 77 κωλυτής. Ἀπηχής. 78 ὁ μὴ συνάδων. Ἀπέκτητος. 79 ὁ ἀκτένιστος. πέκω γὰρ τὸ πλέκω καὶ κτενίζω. Ἀπόσιτος. ξένος. 80 Ἀπάλαμνος. ἀπειρος, ἀσθενής. Ἀπηλέγης. σκληρός. 81 Ἀπαρράκτητος. 82 ἀνόμοιος, ἀσύγκριτος. Ἀπερισάλπιγκτοι. 83 ἀπερίηχτοι. Ἀπαθής. ἄλυπος. Ἀπολιναρισται. οὗτοι ἔλεγον· ἐπειδὴ ἡ προσληφθεῖσα σὰρξ ἐθεώθη, δῆλον, ὡς αὕτῃ καὶ ἡ θεότης συνέπαθε· καὶ τοῦτό ἐστι τὸ, ὡς θεὸς τιμᾶται καὶ συναλοῖφεται, καθὼς φησι καὶ ὁ ἐν θεολόγοις84 Γρηγόριος. Ἀποσπάδας. 85 τοὺς ἀποσπασθέντας. Ἀπὸ ἑθεν. 86 ἀπὸ ἑαυτοῦ. ἐμέ, σέ, ἑ. ἀπὸ οὖν τοῦ ἑ τρίτου προσώπου πλεονασμῷ τῆς ἑεν συλλαβῆς ἑθεν. Ἀπείριτος. 87 πολύς. ὁ δὲ ἀπείρηστος δίφθογγον. καὶ ἡ. Ἀπόφασις. λόγος, ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει. ἢ λόγος ἀποφαντικὸς τινὸς ἀπὸ τινος. ἢ ἀνατροπὴ τῆς καταφάσεως. οἷον· ὁ ποταμὸς οὐκ ἀνέρχεται· ὁ δὲ ἄρχων εἰσέρχεται. ἢ λόγος σημαίνων, τί ὁν τίνι μὴ ὑπάρχει. τὸ