Ancient Greek
245.17
Pseudo-Zonaras, Lexicon 245.17
Unproofread scanNot analysed yet
ΑΠΟΦΡΑΔΕΣ δὲ τίνι ὑπάρχει, δηλοῖ τὴν κατ’ Φασιν, τὸ δὲ τίνι μὴ ὑπάρχει, σημαίνει τὴν ἀπόφασιν. ἀπό-φασις δὲ καὶ πρότασις καὶ πρόβλημα καὶ ἕν-στασις καὶ συμπέρασμα. τὰ πέντε ταῦτα οὐ-δὲν κατὰ τὴν ὑπόστασιν ἀλλήλων διαφέρουσιν· ἡ δὲ διαφορὰ τούτων κατ’ ἐπίνοιαν ἢ κατὰ τινα γίνεται σχέσιν. ὅταν μὲν γὰρ ἀπλῶς ἀποφαί-νομαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι, [ἀπόφασις λέγεται· ὅταν δὲ ὡς μέρος συλλογισμοῦ ληφθῇ, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι,] τὸ ἀθάνατον, αὐ-τοκίνητον, τότε πρότασις ἐστὶ τὸ λέγειν ἡ ψυ-χὴ ἀθάνατος. ἅνινα δὲ ἐνίσταται πρὸς τὴν πρότασιν ζητῶν, πόθεν δῆλον, ὅτι ἡ ψυχὴ ἀθά-νατός ἐστι, τότε τὸ τοιοῦτον ἕνστασις προσ-αγορεύεται. ἅνινα δὲ πάλιν προτείνομεν εἰς ζή-τησιν, ἆρά γε ἡ ψυχὴ ἀθάνατός ἐστι, καλεῖται πρόβλημα. ὅτε δὲ ἐκ προτάσεως συνάγεται, κα-λεῖται συμπέρασμα.