Ancient Greek
279.18
Pseudo-Zonaras, Lexicon 279.18
Unproofread scanNot analysed yet
Ἀρείων. ὁ βελτίων. εἴρηται παρὰ τὸ ἄρης, ἢ κυρίως ὁ κατὰ πόλεμον καλλίων. Ἀρείδηλος. ὁ φαυρός. Ἀρειος πάγος. δικαστήριον Ἀθήνησι οὕτω καλούμενον. οἱ δικασταὶ ἀρειοπαγῖται. ἐκλήθη δὲ ἄρειος πάγος, ἢ ὅτι αἱ Ἀμαζόνες ἐπὶ τὸν τόπον ἐκεῖνον ἐστρατεύοντο, Ἄρεως οὖσαι· ἢ ὅτι ἐν πάγῳ ἐστὶ καὶ ἐν ὕψει κεῖται τὸ δικαστήριον· ἄρειος δὲ, ἐπειδὴ διώζει ὁ Ἄρης τὸν φόνον. πάγος δὲ ὁ λόφος, ὡς καὶ Ὅμηρος· πάγος δὲ οἱ ἀντεβόλησαν.