Ancient Greek
279.9 to 279.17
Pseudo-Zonaras, Lexicon 279.9-17
Unproofread scanNot analysed yet
Ἀργυραμοιβός. χρυσοχόος,⁶⁵ ἢ καὶ ὁ καταλ-λάκτης. Ἀργυροδίνης. ⁶⁶ λευκόρειθρος. ἀπὸ τοῦ ἄργυρος καὶ τοῦ δίνειν. καὶ ἀργυρίς⁶⁷ ἢ ἀργυρᾶ Φιά-λη. [τὸ διῖωτα⁶⁸ διατί; τὰ διὰ τοῦ ῑνῃ ἢ διὰ τοῦ ῑνῆς ἀποστρέφονται τὴν εἰ διφθόγ- γον. οἱον Αἰσχίνης, Λεκτίνης. τὸ δὲ νεοκείνης ἀπὸ τοῦ πείνα.] ἀργυροδίνης δὲ παρὰ τὸ ἄργυρον, [ὅ σημαίνει] τὸ λευκόν. Ἀργυρότοξος. ὁ λαμπρὸν τόξον ἔχων. ἐκ τοῦ ἄργον, τὸ καθαρὸν ἢ τὸ λευκόν. Ἀρδμός. ὁ ποτισμός. καὶ ἄρδεια, ὁ ποτισμός. καὶ ἄρδεύω, τὸ ποτίζω. Ἀρεόβινθος. κύριον. Ἀρεστής. κόπανον. τὸ ἐν ταῖς θυσίαις ἐπιτιθέμενον. παρὰ τὸ ἀρεστόν. Ἀρρενωπός. φοβερὸς, ἀθικτος, ἀθῆλυτος, ἀνδρεῖος. ἀπαρέγκλιτος ὑφέσει πάση. γράφεται καὶ ἐπὶ οὐδετέρου ἄρρενωπόν. ἰστέον, ὡς ἐπὶ γυναικῶν ἀνδριζομένων ἢ ἄρρενοφανῶν εἴρηται.